August 17th, 2021

ΑΝΑΣΤΑΣΙΣ

Ευχη εις εμπρησμους δασων

Εὐχή εἰς Ἐμπρησμούς Δασῶν 

Δέσποτα  Πολυέλεε καὶ Φιλάνθρωπε, ὁ Φῶς οἰκῶν ἀπρόσιτον, ὁ Μεγαλουργός καὶ  Παντοκράτωρ, ὁ Ὑπεράγιος ὡς πῦρ καταναλίσκον καὶ ἅμα Ἐλεήμων, ὁ Ἰσχυρός,  ὁ Ζῶν, ὁ πᾶσαν διακρατῶν καὶ διακυβερνῶν τὴν Οἰκουμένην, ἔπιδε, Σοῦ  δεόμεθα, ἱλέῳ ὄμματι ἐπί τὸ Ἔθνος τοῦτο, τὸ ἠρημωμένον ἐκ τῶν ἐμπρησμῶν  καὶ κατάπαυσον τὴν θεομηνίαν ταύτην, ἥν αἱ ἁμαρτίαι ἡμῶν προεκάλεσαν.

Ἴδε  τὴν ταλαιπωρίαν καὶ τὸν ἐναγώνιον ὀδυρμόν τῶν δούλων σου. Ἐπίβλεψον  οἰκτιρμόνως ἐπί τοὺς κεκαυμένους καὶ εἰς ἔρημον δεινῶς μεταστραφέντας  χλοερούς τὸ πρότερον τόπους. Πρόσχες ἐπί τὰ πετεινά ταῦτα τοῦ οὐρανοῦ  καὶ ἐπί τὰ ζωα τοῦ δρυμοῦ, τὰ καλά λίαν ἔργα τῶν χειρῶν Σου. 

Ὁ  ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται, ὁ διακόπτων τῇ φωνῇ Σου φλόγα  πυρός, ὁ ἀνοίγων τὴν χεῖρα Σου καὶ ἐμπιπλῶν τοῖς σύμπασι χρηστότητα καὶ  εὐδοκίαν, ὁ διδούς τροφήν πάσῃ σαρκί, τοῖς θηρίοις τῶν ὀρέων, ταῖς  ἐλάφοις τῶν κοιλάδων, τοῖς λαγῳοῖς τῶν πετρῶν καὶ τοῖς νεοσσοῖς τῶν  κοράκων καὶ περί πᾶσαν μεριμνῶν καὶ προνοῶν καὶ ζωογονῶν τὴν Οἰκουμένην.

Collapse )