?

Log in

ΙΕΡΟΣ ΔΑΜΑΣΚΗΝΟΣ ΕΙΣ ΤΟ ΓΕΝΕΣΙΟΝ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

Ἀπόσπασμα ἀπό τόν λόγον τοῦ Ἁγίου Ἰωάννου Δαμασκηνοῦ εἰς τό Γενέσιον τῆς Ὑπεραγίας Θεοτόκου:

«Ὦ ζεῦγος λογικῶν τρυγόνων Ἰωακείμ καί Ἄννα τό σωφρονέστατον. Ὑμεῖς τόν τῆς φύσεως νόμον, τήν σωφροσύνην, τηρήσαντες τῶν ὑπέρ φύσιν κατηξιώθητε· τετόκατε (=ἔχετε γεννήσει) γάρ τῷ κόσμῳ Θεοῦ μητέρα ἀπείρανδρον. Ὑμεῖς εὐσεβῶς καί ὁσίως ἐν ἀνθρωπίνῃ φύσει πολιτευσάμενοι, ὑπέρ ἀγγέλους καί τῶν ἀγγέλων δεσπόζουσαν νῦν θυγατέρα τετόκατε. Ὦ θυγάτριον ὡραιότατον καί γλυκύτατον· ὦ κρίνον ἀναμέσον τῶν ἀκανθῶν ἐκφυέν ἐξ εὐγενεστάτης καί βασιλικωτάτης ρίζης δαβιτικῆς… Ὦ ρόδον ἐξ ἀκανθῶν τῶν Ἰουδαίων φυέν καί εὐωδίας θείας πληρῶσαν τά σύμπαντα. Ὦ θύγατερ Ἀδάμ καί μήτηρ Θεοῦ. Μακαρία ἡ ὀσφύς καί ἡ γαστήρ ἐξ ὧν ἀνεβλάστησας· μακάριαι αἱ ἀγκάλαι αἵ σε ἐβάστασαν καί χείλη τά τῶν ἁγνῶν φιλημάτων σου ἀπολαύσαντα, μόνα τά γονικά, ἵνα ᾖς ἐν πᾶσιν ἀειπαρθενεύουσα».

Comments

March 2017

S M T W T F S
   1234
567891011
12131415161718
19202122232425
262728293031 

Tags

Powered by LiveJournal.com