Home

Advertisement

Customize

July 11th, 2009

Metropolitan Kirykos

Η :ΟΡΘΟΔΟΞΟΣ ΠΙΣΤΙΣ ΜΑΣ: ΤΟ ΚΑΥΧΗΜΑ ΜΑΣ, Η ΣΩΤΗΡΙΑ ΜΑΣ

Τοῦτό ἐστι τὸ καύχημα ἠμῶν, ἡ πίστις ἡμῶν. Μετὰ ταύτης Θεῷ
παραστῆναι ἐλπίζομεν καὶ τῶν ἡμαρτημένων λαβεῖν ἄφεσιν.
Ταύτης δὲ ἄνευ, οὐκ οἶδα ποία δικαιοσύνη τῆς αἰωνίου
κολάσεως ἡμᾶς λυτρώσεται. Ἅγιος Μᾶρκος Εὐγενικός
Metropolitan Kirykos

ΟΙ ΔΩΔΕΚΑ ΑΠΟΣΤΟΛΟΙ

ΤΑ ΟΝΟΜΑΤΑ ΤΩΝ ΔΩΔΕΚΑ ΑΠΟΣΤΟΛΩΝ ΠΟΥ ΕΚΗΡΥΞΑΝ ΤΟ ΕΥΑΓΓΕΛΙΟΝ ΧΡΙΣΤΟΥ ΚΑΙ ΠΩΣ ΕΤΕΛΕΙΩΘΗΣΑΝ (ΚΑΤΑ ΤΟΝ ΑΓΙΟΝ ΕΠΙΦΑΝΙΟΝ ΚΥΠΡΟΥ)

α´. Σίμων Πέτρος ὁ τῶν ἀποστόλων κορυφαῖος, ὡς διὰ τῶν ἐπιστολῶν αὐτοῦ φαίνεται δηλῶν ἐν Πόντῳ καὶ Γαλατίᾳ καὶ Καππαδοκίᾳ καὶ Βιθυνίᾳ καὶ ἐν Ἰταλίᾳ, Ἀσίᾳ καὶ ἐν τῷ Ἰλλυρικῷ ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὕστερον δὲ ἐν Ῥώμῃ ἐπὶ Νέρωνος βασιλέως σταυροῦται κατὰ κεφαλῆς, αὐτοῦ οὕτως παθεῖν ἀξιώσαντος, θάπτεται δὲ ἐν αὐτῇ τῇ Ῥώμῃ πρὸ τριῶν Καλανδῶν Ἰουλίων, ὅ ἐστιν Ἐπιφί.

β´. Ἀνδρέας δὲ ὁ ἀδελφὸς αὐτοῦ, ὡς οἱ πρὸ ἡμῶν παραδεδώκασιν, ἐκήρυξε Σκύθαις καὶ Σογδιανοῖς καὶ Γορσίνοις καὶ ἐν Σεβαστοπόλει τῇ μεγάλῃ, ὅπου ἐστὶν ἡ παρεμβολὴ Ἄψαρος καὶ Ὕσσου λιμὴν καὶ Φᾶσις ποταμός, ἔνθα οἰκοῦσιν 109 Αἰθίοπες, θάπτεται δὲ ἐν Πάτραις τῆς Ἀχαίας σταυρῷ προσδεθεὶς ὑπὸ Αἰγεάτου τοῦ ἡγεμόνος Πατρῶν.

γ´. Ἰάκωβος δὲ ὁ τοῦ Ζεβεδαίου, ἀδελφὸς δὲ Ἰωάννου τοῦ εὐαγγελιστοῦ, ταῖς δώδεκα φυλαῖς τῆς διασπορᾶς ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, ὑπὸ δὲ Ἡρώδου τοῦ τετράρχου τῶν Ἰουδαίων ἀνῃρέθη μαχαίρᾳ καὶ ἐκεῖ ἐτάφη ἐν τῇ Ἰουδαίᾳ.

δ´. Ἰωάννης δὲ ὁ ἀδελφὸς αὐτοῦ, ἐν μὲν τῇ Ἀσίᾳ ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, ὑπὸ δὲ Τραιανοῦ τοῦ βασιλέως τῶν Ῥωμαίων ἐξορισθεὶς ὑπ᾿ αὐτοῦ ἐν Πάτμῳ τῇ νήσῳ διὰ τοῦ λόγου τοῦ Κυρίου, ἐκεῖ ὢν συνέγραψε τὸ εὐαγγέλιον τὸ κατὰ Ἰωάννην, καὶ ἐξέδοτο αὐτὸ διὰ Γαΐου τοῦ ξενοδόχου, μετὰ δὲ τὴν Τραιανοῦ τελευτὴν ἐπάνεισιν ἀπὸ τῆς νήσου εἰς τὴν Ἔφεσον καὶ ἐκεῖ ζῶντα ἑαυτὸν ἔθαψεν, ὢν ἐτῶν ρ´ τῇ τοῦ θεοῦ βουλήσει.

ε´. Φίλιππος δὲ ὁ ἀπόστολος· οὗτος ἦν ἀπὸ Βηθσαιδᾶ ἐκ τῆς κώμης Πέτρου καὶ Ἀνδρέου, ἐν δὲ τῇ ἄνω Φρυγίᾳ ἐκήρυξε τὸ εὐαγγέλιον, θνήσκει δὲ ἐν Ἱεραπόλει καὶ ἐκεῖ θάπτεται ἐνδόξως μετὰ τῶν αὐτοῦ.

ς´. Βαρθολομαῖος δὲ ὁ ἀπόστολος Ἰνδοῖς τοῖς καλουμένοις Εὐδαίμοσιν ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ τὸ κατὰ Ματθαῖον ἅγιον εὐαγγέλιον αὐτοῖς τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν συγγράψας ἐκοιμήθη δὲ ἐν Ἀλβανίᾳ πόλει τῆς μεγάλης Ἀρμενίας καὶ ἐκεῖ ἐτάφη.

ζ´. Θωμᾶς δὲ ὁ ἀπόστολος, καθὼς ἡ παράδοσις περιέχει, ἦν μὲν ἀπὸ τῆς Πανιάδος πόλεως τῆς Γαλιλαίας, Πάρθοις δὲ καὶ Μήδοις ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Κυρίου, καὶ Πέρσαις δὲ καὶ Γερμανοῖς καὶ Ὑρκανοῖς καὶ Ἰνδοῖς καὶ Βάκτροις καὶ Μάγοις, ἐκοιμήθη ἐν πόλει Καλαμηνῇ τῆς Ἰνδικῆς.

η´. Ματθαῖος δὲ ὁ εὐαγγελιστὴς ἦν ἀπὸ Ἱερουσαλὴμ καὶ ἐκεῖ συνέγραψε τὸ εὐαγγέλιον τοῦ Κυρίου τῇ ἑβραίδι διαλέκτῳ, καὶ ἐξέδωκεν αὐτὸ τοῖς ἁγίοις ἀποστόλοις καὶ ἑρμηνεύων αὐτὸ Ἰάκωβος ὁ ἀδελφὸς τοῦ Κυρίου, ἐκοιμήθη δὲ ἐν Ἱεραπόλει τῆς Παρθίας καὶ θάπτεται ἐκεῖ.

θ´. Ἰάκωβος ὁ ἐπικληθεὶς Θαδδαῖος, ἀδελφὸς τοῦ Κυρίου γενόμενος τὸ κατὰ σάρκα, ὃς καὶ πρῶτος ἐν Ἱεροσολύμοις κατεστάθη ἐπίσκοπος ὑπὸ τῶν ἀποστόλων· προφάσεως δὲ γενομένης ζητημάτων τοῖς Ἰουδαίοις λίθοις ὑπ᾿ αὐτῶν βληθεὶς ἐκοιμήθη ἐν Ἱερουσαλὴμ καὶ ἐκεῖ ἐτάφη πλησίον τοῦ τάφου τῶν ἱερέων ἐνδόξως.

ι´. Σίμων ὁ ζηλωτὴς πᾶσαν τὴν Μαυριτανίαν καὶ τὴν τῶν Ἀφρῶν χώραν διελθὼν καὶ κηρύξας τὸν Χριστόν, ὕστερον δὲ ἐν Βρεττανίᾳ ὑπ᾿ αὐτῶν σταυρωθεὶς καὶ τελειωθεὶς θάπτεται ἐκεῖ.

ια´. Θαδδαῖος δὲ ὁ καὶ Λεββαῖος, ὁ ἀδελφὸς αὐτοῦ, ὁ ἐπικληθεὶς Ἰούδας Ἰακώβου Ἐδεσσηνοῖς καὶ πάσῃ τῇ Μεσοποταμείᾳ ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Κυρίου καὶ ἐπὶ Αὐγάρου τοῦ βασιλέως Ἐδεσσηνῶν, ἐτελεύτησε δὲ ἐν Βηρυτῷ καὶ ἐκεῖ ἐτάφη ἐνδόξως.

ιβ´. Ἰούδας ὁ ἀδελφὸς τοῦ Κυρίου μετὰ Ἰάκωβον τὸν ἑαυτοῦ ἀδελφὸν καὶ Συμεὼν ἐξάδελφον τοῦ Κυρίου, λιπὼν δὲ αὐτὸν ἐπίσκοπον ἐν Ἱεροσολύμοις ἔτη λ´, ἐκήρυξε δὲ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, ἐποίησε δὲ καὶ καθολικὴν ἐπιστολήν, καὶ πρώην ἔσχε δύο υἱοὺς Ἰάκωβον καὶ Ζωκήρ, ἀπέθανε δὲ ἐν Ἱερουσαλὴμ ἐνδόξως.

ιγ´. Σίμων ὁ ἐπικληθεὶς Ἰούδας, ὁ καὶ ἐπίσκοπος γενόμενος μετὰ τελευτὴν Ἰακώβου ἐν Ἱερουσαλὴμ ἐπὶ Τραιανοῦ τοῦ βασιλέως σταυρῷ προσδεθεὶς ἐτελειώθη ἐν Ὀστρακίνῃ τῆς Αἰγύπτου ζήσας ἔτη ρ´.

ιδ´. Σίμων ὁ Καναναῖος ὁ τοῦ Κλωπᾶ, ὁ καὶ Ἰούδας μετὰ Ἰάκωβον τὸν δίκαιον ἐπίσκοπος γέγονεν ἐν Ἱεροσολύμοις καὶ ζήσας ρ´ ἔτη σταυρῷ παραδοθεὶς ἐμαρτύρησεν ἐπὶ Τραιανοῦ βασιλέως.

ιε´. Ματθίας δὲ εἷς ὢν τῶν ό μαθητῶν ὃν ἀνέδειξεν ὁ Κύριος ἡμῶν μετὰ τὴν ἀνάδειξιν τὴν ἐκ νεκρῶν, ὃς καὶ συγκατεριτμήθη μετὰ τῶν ἕνδεκα ἀποστόλων ἀντὶ Ἰούδα τοῦ Ἰσκαριώτου, ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Κυρίου ἡμῶν ἐν τῇ ἔξω Αἰθιοπίᾳ καὶ ἐκεῖ ἐμαρτύρησεν ὑπὸ τῶν Αἰθιόπων ἐπὶ Ὕσσου λιμένα.

ις´. Παῦλος δὲ ὁ ἀπόστολος μετὰ τὴν εἰς οὐρανοὺς τοῦ Κυρίου ἀνάληψιν ἤρξατο κηρύσσειν τὸ εὐαγγέλιον τοῦ Κυρίου ἀρξάμενος ἀπὸ Ἱεροσολύμων προῆλθεν ἕως τοῦ Ἰλλυρικοῦ καὶ τῆς Ἰταλίας καὶ Ἱσπανίας, οὗ καὶ ἐπιστολαὶ μετὰ σοφίας παρ᾿ ἡμῖν φέρονται. Ἐπὶ δὲ Νέρωνος υἱοῦ Κλαυδίου βασιλέως ἐν πόλει Ῥώμῃ τὴν κεφαλὴν ἀπετμήθη, ἐμαρτύρησεν ἐπὶ Ἐπιφί, πρὸ Καλανδῶν Ἰουλίων· καὶ ἐκεῖ ἐτάφη πλησίον τοῦ ἁγίου ἀποστόλου Πέτρου, ἐκεῖ εἰσιν ἕως σήμερον ἐν Χριστῷ.
Μαρτύριον Παύλου τοῦ ἀποστόλου.
Ἒπὶ Νέρωνος τοῦ Καίσαρος Ῥωμαίων ἐμαρτύρησεν αὐτόθι Παῦλος ὁ ἀποστόλος ἔτει τοῦ σωτηρίου πάθους, τὸν καλὸν ἀγῶνα ἀγωνισάμενος ἐν Ῥώμῃ πέμπτῃ ἡμέρᾳ κατὰ Συρομακεδόνας Πανέμου μηνός, ὅστις λέγεται παρ᾿ Αἰγυπτίοις Ἐπιφί, παρὰ δὲ Ῥωμαίοις πρὸ τριῶν Καλανδῶν Ἰουλίων μηνὶ Ἰουνίῳ, καθ᾿ ἣν ἐτελειώθη ὁ ἅγιος ἀπόστολος τῷ κατ᾿ αὐτὸν μαρτυρίῳ ἑξηκοστῷ καὶ ἐννάτῳ ἔτει τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας. Ἐστὶν οὖν ὁ πᾶς χρόνος, ἐξ οὗ ἐμαρτύρησε τριακόσια τριάκοντα ἔτη μέχρι τῆς παρούσης ταύτης ὑπατίας, τετάρτης μὲν Ἀρκαδίου, τρίτης δὲ Ὁνωρίου τῶν δύο ἀδελφῶν αὐτοκρατόρων Αὐγούστων, ἐννάτης ἰνδικτίωνος τῆς πεντεκαιδεκαετηρικῆς περιόδου μηνὸς Ἰουνίου εἰκοστῆς ἐννάτης ἡμέρας.

ιζ´. Μάρκος ὁ εὐαγγελιστὴς ἦν μὲν Κυρηναῖος τῆς Λιβύης, ἐκήρυξε δὲ τὸ εὐαγγέλιον Ἀλεξανδρεῦσι καὶ πάσῃ τῇ περιχώρῳ αὐτῶν ἕως Πενταπόλεως καὶ ἐν πάσῃ τῇ Αἰγύπτῳ ἐκδοθὲν ὑπὸ Πέτρου τοῦ ἀποστόλου μετέδωκε τὸ τῆς εὐσεβείας μυστήριον ἐν τῇ μεγαλοπόλει Ἀλεξανδρείᾳ συρθεὶς ἐν σχοινίοις ἐτελεύτησε καὶ τεφρωθεὶς ὑπὸ τῶν εἰδωλομανῶν Ἑλλήνων ἐν τοῖς Βουκόλου τόποις κατετέθη καί ἐστιν ἕως σήμερον, ἐστὶ δὲ ἡ ἡμέρα τῆς κοινήσεως αὐτοῦ Φαρμουθὶ κύριε, ὅ ἐστιν Ἀπρίλλιος. Μάρκος ὁ εὐαγγελιστὴς καὶ πρῶτος Ἀλεξανδρείας ἐπίσκοπος Ἀλεξανδρεῦσι καὶ πάσῃ τῇ περιχώρᾳ αὐτῆς ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Κυρίου, ἀπὸ Αἰγύπτου καὶ μέχρι Πενταπόλεως· ἐπὶ δὲ τῆς βασιλείας Τραϊανοῦ ἐν Ἀλεξανδρείᾳ, Βουκόλων λαβὼν κατὰ τοῦ τραχήλου καὶ συρεὶς ἀπὸ τῶν καλουμένων Βουκόλου τόπων ἕως τῶν καλουμένων Ἀγγέλων, ἐκεῖ ἐκάη πυρὶ ἀπὸ τῶν εἰδωλομανῶν μηνὶ Φαρμουθὶ καὶ ἐκεῖ ἐτάφη ἐν τοῖς Βουκόλου. Μάρκος ὁ εὐαγγελιστὴς Ἀλεξανδρεῦσι καὶ πάσῃ τῇ περιχώρῳ αὐτῆς ἕως τῆς Πενταπόλεως κηρύξας τὸ εὐαγγέλιον τοῦ Κυρίου, θάπτεται ἐν Ἀλεξανδρείᾳ ἐν τοῖς Βουκόλων μετὰ Ἴκταρος τοῦ ἐν τῇ Λύκῳ πρωτομάρτυρος, ὃν Ἀλέξανδρος κατήνεγκε καὶ ἔθηκεν, ἔνθα πάντες οἱ ἐπίσκοποι κεῖνται.

ιη´. Λουκᾶς δὲ ὁ εὐαγγελιστής, ἰατρὸς μὲν τὴν τέχνην, αὐτὸς δὲ συνέγραψε τὸ κατὰ Λουκᾶν εὐαγγέλιον, κατ᾿ ἐπιτροπὴν Παύλου τοῦ ἀποστόλου. Ἐκηρύχθη δὲ ἐν Ἑλλάδι καὶ ἐν Ῥώμῃ καὶ ἐν Ἰταλίᾳ, ἔγραψε δὲ καὶ τὰς πράξεις τῶν ἀποστόλων κατ᾿ ἐπιτροπὴν Παύλου τοῦ ἀποστόλου, συναπεδήμει 117ῄ γὰρ τοῖς ἀποστόλοις, μάλιστα τῷ ἁγίῳ Παύλῳ, ὃς καὶ μνημονεύων ὁ μακάριος Παῦλος ἐν ἐπιστολαῖς γράφει· ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ἐν Κυρίῳ, ἐπίσκοπος Θηβῶν ἐκεῖ ἀπέθανεν καὶ ἐτάφη. Λουκᾶς ὁ εὐαγγελιστὴς Ἀντιοχεὺς μὲν τὸ γένος ἦν, ἰατρὸς δὲ τὴν τέχνην, συνεγράψατο δὲ τὸ μὲν εὐαγγέλιον κατ᾿ ἐπιτροπὴν Πέτρου τοῦ ἀποστόλου, τὰς δὲ πράξεις τῶν ἀποστόλων κατ᾿ ἐπιτροπὴν Παύλου τοῦ ἀποστόλου· συναπεδήμησε γὰρ τοῖς ἀποστόλοις καὶ μάλιστα τῷ Παύλῳ, οὗ καὶ μνημονεύσας ὁ Παῦλος ἔγραψεν ἐν ἐπιστολῇ· ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς ἐν κυρίῳ. Ἀπέθανε δὲ ἐν Ἐφέσῳ καὶ ἐτάφη ἐκεῖ, μετετέθη δὲ ὕστερον ἐν Κωνσταντινουπόλει μετὰ καὶ Ἀνδρέου καὶ Τιμοθέου τῶν ἀποστόλων· κατὰ τοὺς καιροὺς Κωνσταντίου τοῦ βασιλέως υἱοῦ Κωνσταντίνου τοῦ μεγάλου. Ἔστιν ὁ διηγούμενος τὰς πράξεις τῶν ἀποστόλων Λουκᾶς ὁ εὐαγγελιστής. Ἀντιοχεὺς γὰρ οὗτος ὑπάρχων τὸ γένος, ἰατρὸς δὲ τὴν ἐπιστήμην, συναπεδήμει τοῖς ἀποστόλοις καὶ μάλιστα τῷ Παύλῳ, καὶ εἰδὼς ἀκριβῶς γράφει· διηγεῖται δέ· ὡς ἀγγέλων ὑπολαβόντων ἀνελήφθη ὁ Κύριος καὶ τὴν τοῦ Ἁγίου Πνεύματος ἔκχυσιν γενομένην ἐν τῇ πεντηκοστῇ ἐπί τε τοῖς ἀποστόλοις καὶ πάντας τοὺς τότε παρόντας, τήν τε κατάστασιν τοῦ Ματθία ἀντὶ Ἰούδα τοῦ προδότου καὶ τὴν κατάστασιν τῶν ἑπτὰ διακόνων καὶ τὴν ἐκλογὴν τοῦ Παύλου καὶ ὅσα ἔπαθεν, καὶ ὅσα οἱ ἀπόστολοι διὰ προσευχῆς καὶ τῆς εἰς αὐτὸν τὸν Χριστὸν πίστεως ἐθαυματούργησαν.
Metropolitan Kirykos

Ο ΝΕΟΗΜΕΡΟΛΟΓΙΤΗΣ ΑΡΧΙΕΠΙΣΚΟΠΟΣ ΙΕΡΩΝΥΜΟΣ Β΄ΚΑΙ ΟΙ ΑΓΓΛΙΚΑΝΟΙ

Metropolitan Kirykos

ΑΥΡΙΟ Η ΓΝΗΣΙΑ ΟΡΘΟΔΟΞΟΣ ΕΚΚΛΗΣΙΑ ΤΙΜΑ ΤΟΥΣ ΑΓΙΟΥΣ ΑΠΟΣΤΟΛΟΥΣ ΠΕΤΡΟΝ ΚΑΙ ΠΑΥΛΟΝ

Η ΟΜΙΛΙΑ ΤΟΥ ΑΡΧΙΜ. ΜΕΛΕΤΙΟΥ ΒΑΔΡΑΧΑΝΗ ΕΙΣ ΤΟΥΣ ΑΓΙΟΥΣ ΠΡΩΤΟΚΟΡΥΦΑΙΟΥΣ ΠΕΤΡΟΝ ΚΑΙ ΠΑΥΛΟΝ (ΤΗΝ ΟΠΟΙΑΝ ΕΥΡΟΜΕΝ ΕΙΣ ΤΟ ΔΙΑΔΙΚΤΥΟΝ) ΕΙΝΑΙ ΜΙΑ ΘΑΥΜΑΣΙΑ ΟΜΙΛΙΑ. ΔΕΝ ΘΑ ΗΘΕΛΑ ΝΑ ΧΑΣΟΥΝ ΤΗΝ ΕΥΚΑΙΡΙΑ ΟΙ ΑΝΑΓΝΩΣΤΕΣ ΜΑΣ, ΝΑ ΤΗΝ ΜΕΛΕΤΗΣΟΥΝ. ΔΙΟ ΚΑΙ ΤΗΝ ΠΑΡΑΘΕΤΩ.

ΠΕΤΡΟΣ ΚΑΙ ΠΑΥΛΟΣ

Ἦταν ἄνθρωποι ἐργαζόμενοι καὶ μάλιστα χειρωνακτικά. Ἁλιεὺς ὁ ἕνας σκηνοποιὸς ὁ ἄλλος. Ἐργαζόταν σκληρὰ καὶ ἀδιάκοπα. Ὅλη τὴ νύχτα ὁ Πέτρος (Λούκ. 5,5), ὅλη τὴ ζωὴ τοῦ ὁ Παῦλος (Ἅ΄ Θέσ. 2,9-Β΄ Θέσ. 3,7-9). Κι ἐνῷ ὁ Πέτρος ἔπαυσε νὰ ἐργάζεται ὡς ἁλιεὺς ὅταν ἔγινε ἀπόστολος, ὁ Παῦλος συνέχιζε νὰ κάνει σκηνὲς καὶ νὰ τρέφει τὸν ἑαυτό του καὶ τοὺς συνεργάτες του καὶ ὡς ἀπόστολος. Δὲν δέχθηκε νὰ πάρει τὴν ἐλάχιστη ἀμοιβὴ ἀπὸ τὴν Ἐκκλησία οὔτε κάποια ἄλλη ἐνίσχυση γιὰ τὶς ἀνάγκες τοῦ βιοπορισμοῦ του καὶ ἐργαζόταν γιὰ νὰ παραμένει ἀβαρὴς καὶ μὴ ἐνοχλῶν κανένα γιὰ τὸν ἐπισιτισμό του. Ποῦ εὕρισκε χρόνο, διάθεση, καὶ ἀντοχὴ μετὰ τὰ ποιμαντικὰ ξενύχτια, τὸ διαρκὲς κήρυγμα, τὶς ἀτέλειωτες προσευχές, τὶς πορεῖες, τὰ ναυάγια, τοὺς λιθοβολισμούς, τὶς μαστιγώσεις, τὶς φυλακίσεις, τοὺς κατατρεγμούς, τὶς συκοφαντίες, τὸν σκόλοπα τῆς σάρκας, τὶς νηστεῖες, τὰ δάκρυα, καὶ ὅλα τὰ συναφῆ. Μέγα θαῦμα καὶ σπάνιο παράδειγμα ἐκκλησιαστικοῦ ἡγέτη, ποὺ ἐν τέλει βρίσκει κάποιους μιμητές, σπανίους βέβαια.


Ἦταν ἀνάργυροι καὶ ἀφιλάργυροι. Δὲν εἶχαν χρήματα ἀλλὰ οὔτε καὶ τὴν τάση νὰ τὰ ἀποκτήσουν. «΄Ὅρος τῆς ἀφιλαργυρίας οὕτω θέλειν τὸ μὴ ἔχειν, ὡς θέλει τὶς τὸ ἔχειν» λέγει ὁ ἅγιος Διάδοχος, ἐπίσκοπος Φωτικὴς τῆς Ἠπείρου (σημερινῆς Παραμυθιᾶς-5ος αἰῶνας μ.Χ.).
Ἔτσι ὁ Παῦλος λέγει' «ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπιθύμησα' αὐτοὶ γινώσκετε ὅτι ταὶς χρείαις μου καὶ τοὶς οὔσι μετ’ ἐμοῦ ὑπηρέτησαν αἳ χεῖρες αὗται» (Πράξ. 20,33-34). Καὶ συμβούλευε' «ἔχοντες δὲ διατροφᾶς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. οἱ δὲ βουλόμενοι πλουτεὶν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλᾶς ἀνοήτους καὶ βλαβερᾶς αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν. ρίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινὲς ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαὶς (Ἅ΄ Τῖμ. 6,8-10). Ἐπίσης ἐπαναλάμβανε τὸ λόγο τοῦ Χριστοῦ' «μακάριόν ἐστι μᾶλλον διδόναι ἢ λαμβάνειν» (Πράξ. 20,35) ὁ ὁποῖος ἀνήκει στὰ λεγόμενα ἄγραφα λόγια τοῦ Χριστοῦ, δηλαδὴ σ’ αὐτὰ ποὺ δὲν τὰ ἀναφέρουν οἱ εὐαγγελιστὲς ἀλλὰ τὰ διασῴζουν ἄλλες πηγές.


Ὁ δὲ Πέτρος εὑρισκόμενος μαζὶ μὲ τὸν Ἰωάννη πρὸ τοῦ ναοῦ τοῦ Σολομῶντος καὶ βλέποντας ἕνα χωλὸ ἐκ γενετῆς νὰ τοὺς ζητὰ ἐλεημοσύνη εἶπε τὸ γνωστό' «ἀργύριον καὶ χρυσίον οὒχ ὑπάρχει μοί' ὁ δὲ ἔχω τοῦτο σοὶ δίδωμι' ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου ἔγειρε καὶ περιεπάτει» (Πράξ. 3,6). Καὶ ὁ χωλὸς ἔγινε ἀμέσως καλά. Λέγεται, ὅτι ὅταν κάποτε ἕνας πάπας ξεναγοῦσε ἕνα ἐπίσημο προσκεκλημένο του στὰ παλάτια καὶ τὰ θησαυροφυλάκια τοῦ Βατικανοῦ, εἶπε ἐπηρμένος καὶ γεμάτος κοσμικὸ φρόνημα' «Ὁ ἀπόστολος Πέτρος δὲν εἶχε αὐτὰ ποὺ ἔχω ἐγώ». Καὶ ὁ φιλοξενούμενος τοῦ εἶπε θυμόσοφα' «Ἐσὺ ὅμως δὲν μπορεῖς νὰ κάνεις θαύματα οὔτε ἔχεις Ἅγιο Πνεῦμα».


Ἦταν θεόπτες. Ὁ Πέτρος εἶδε τὸν Χριστὸ ὡς Θεὸ στὸ Θαβὼρ καὶ ὁ Παῦλος στὸν δρόμο πρὸς τὴν Δαμασκὸ καὶ ἄλλες φορὲς (πρβλ. Πράξ. 9ο κέφ. καὶ Β΄ Κόρ. 12ο κέφ.). Ἄξιο προσοχῆς εἶναι ὅτι ὁ Πέτρος ἂν καὶ θεόπτης, ἂν καὶ χαρισματοῦχος καὶ θαυματουργὸς καὶ πλήρης ἀγάπης πρὸς τὸ Χριστὸ ἀργότερα τὸν ἀρνήθηκε. Καὶ ὁ Παῦλος στὴν πρώτη του θεοπτία ἐπειδὴ ἦταν διώκτης τυφλώθηκε. Ποτὲ δὲν πρέπει νὰ ἐπαναπαυόμαστε στὴν ἀρετὴ καὶ ἁγιότητα ποὺ τυχὸν ἔχουμε, διότι πάντοτε ἐλλοχεύει ὁ κίνδυνος νὰ πέσουμε' οὔτε νὰ θέλουμε νὰ τύχουμε θείων ἀποκαλύψεων καὶ δωρεῶν, ὅταν ζοῦμε μέσα στὴ πλάνη καὶ τὴν ἁμαρτία, γιατί θὰ πάθουμε κάτι κακό.


Ἡ ζωὴ τοὺς ἦταν ἕνα διαρκὲς μαρτύριο. Γιὰ τοῦ λόγου τὸ ἀληθὲς ἀρκεῖ νὰ παρουσιάσουμε μία μόνο περικοπῆ ἀπὸ τὰ ὅσα ἔγραψε ὁ Παῦλος' «ἐν κόποις περισσοτέρως, ἐν πληγαὶς ὑπερβαλλόντως, ἐν φυλακαὶς περισσοτέρως, ἐν θανάτοις πολλάκις' ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μία ἔλαβον, τρὶς ἐρραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθημερὸν ἐν τῷ βυθῷ πεποίηκα' ὀδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις' ἐν κόπῳ καὶ μόχθω, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι' χωρὶς τῶν παρεκτὸς ἡ ἐπισύστασίς μου, ἡ καθ’ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν. τὶς ἀσθενεῖ καὶ ἐγὼ οὐκ ἀσθενῶ; τὶς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι; (Β΄ Κόρ. 11,23-30).


Αὐτὸ τὸ διαρκές τους μαρτύριο ἦταν τὸ μεγαλύτερό τους παράσημο καὶ τὸ μεγαλύτερό τους ἀξίωμα. Αὐτὸ ἦταν τὸ μόνο τοὺς καύχημα. «εἰ καυχάσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι» (Β΄ Κόρ. 11,30). Καὶ στοὺς Ἐφεσίους, γράφοντάς τους γιὰ ἕνα λεπτὸ θέμα, ὁ Παῦλος παραλείπει τοὺς τίτλους τοῦ ἀποστόλου, τοῦ χαρισματούχου, τοῦ θαυματουργοῦ, τοῦ θεόπτου, τοῦ οὐρανοβάμονος, καὶ χρησιμοποιεῖ τὸν τίτλο τῆς κακοπαθείας μόνο' «παρακαλῶ οὒν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ» (Ἐφεσ. 4,1). Γιατί αὐτὸ θεωροῦσε ὡς τὸ μεγαλύτερο ἔπαινο καὶ κατόρθωμα.


Ἔγγαμος ἦταν ὁ Πέτρος, ἄγαμος ἦταν ὁ Παῦλος. Ὅπως ἔγγαμος ἦταν ὁ Μωυσῆς καὶ ἄγαμος ὁ Ἠλίας, οἱ μεγαλύτεροι προφῆτες τῆς Παλαιᾶς Διαθήκης, ποὺ ἐμφανίσθηκαν στὸ Θαβὼρ ἀριστερὰ καὶ δεξιά του Χριστοῦ. Τί δείχνουν ὅλα αὐτά; Ὅτι ὁ γάμος καὶ ἡ ἀγαμία εἶναι δυὸ δρόμοι ποὺ ὁδηγοῦν στὸ μαρτύριο, στὰ χαρίσματα, στὸ Θαβώρ, στὴ θέωση ὅταν βιώνονται ἐν Χριστῷ. Ἃς ἀξιοποιήσουμε λοιπὸν τοὺς θεσμοὺς αὐτοὺς πρὸς ἁγιασμὸ τῆς ὑπάρξεώς μας ἀφοῦ γι’ αὐτὸ ὑπάρχουν.


Διώκτης ὁ Παῦλος πρὶν γνωρίσει τὸν Χριστὸ καὶ ἀρνητὴς ὁ Πέτρος ἀφοῦ γνώρισε τὸν Χριστό. Μεγάλα ἐγκλήματα καὶ τὰ δυό. Μεγάλες ἁμαρτίες καὶ μεγάλες πτώσεις. Ὁ Παῦλος εἶχε τὸ δικαιολογητικό της ἀγνοίας ἐνῷ ὁ Πέτρος γνώριζε τὸν Χριστό' τὸν εἶχε δεῖ σὰν Θεὸ στὸ Θαβώρ, σὰν ποιοῦντα συνεχῶς τέρατα-σημεῖα- δυνάμεις, καὶ τὸν εἶχε ὁμολογήσει σὰν Θεό. Βέβαια τὸ οὐσιῶδες στὴν πτώση τους δὲν εἶναι τὸ μέγεθος τῆς ἁμαρτίας τους καὶ ὁ βαθμὸς ὑπαιτιότητός τους, ἀλλὰ τὰ δάκρυα τῆς μετανοίας ποὺ ἔχυναν συνεχῶς στὴ μνήμη τῶν ἁμαρτημάτων τους. Ἔκλαιγε ὁ Πέτρος ὅποτε ἄκουγε πετεινὸ καὶ στέναζε ὁ ἀπόστολος Παῦλος ὅταν θυμόταν τὸ παρελθὸν τοῦ λέγοντας' «οὐκ εἰμὶ ἱκανὸς καλείσθαι ἀπόστολος» (Ἅ΄ Κόρ. 15,9).


Ἦταν παράφοροι ἐραστὲς τοῦ Θεοῦ. Ὁ Θεὸς ἦταν γι’ αὐτοὺς τὸ πᾶν. Ἦταν ὁ μόνος σκοπὸς τῆς ζωῆς τους καὶ τῆς ὑπάρξεώς τους. «Ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός» (Γάλ.2,20) καὶ «ἐμοὶ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεὶν κέρδος» (Φιλιπ.1,21)' ἔλεγε ὁ Παῦλος. Αὐτὲς οἱ δυὸ φράσεις εἶναι τὰ κλειδιὰ γιὰ νὰ κατανοήσει κανεὶς τὴν προσωπικότητα τῶν δυὸ μεγάλων καὶ πρωτοκορυφαίων ἀποστόλων. Τοῦ Πέτρου, ποὺ ὀνομάσθηκε «στόμα τῶν μαθητῶν τοῦ Χριστοῦ» καὶ τοῦ Παύλου, ποὺ ὀνομάσθηκε «στόμα τοῦ Χριστοῦ».


Τὸ ἦθος τους καὶ τὸ παράδειγμά τους ἃς εἶναι τὸ ἀστέρι ποὺ θὰ καθοδηγεῖ καὶ θὰ ἐμπνέει τὴ ζωή μας.


ΜΕΛΕΤΙΟΣ ΑΠ. ΒΑΔΡΑΧΑΝΗΣ

ΑΡΧΙΜΑΝΔΡΙΤΗΣ

Metropolitan Kirykos

November 2009

S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930     
Powered by LiveJournal.com

Advertisement

Customize